Ancient Greek · ~2 min
Episode 7
Euripides, Ἱππόλυτος 7.5
Not analysed yet
—φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς
ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν
ἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν.
—ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω,
φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους.
—ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους,
αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος
οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ.
οἴμοι· τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν,
οὐ τλητὸν οὐδὲ λεκτόν. ὦ τάλας ἐγώ.
τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα.