Ancient Greek · ~7 min
Episode 3, lines 3.410-3.451
Euripides, Ἴων 3.410-451
Not analysed yet
ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως
ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν
ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.
ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ;
ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει,
οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε,
Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν.
στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳ
τῇδʼ —αἰσία γάρ —θεοῦ λαβεῖν μαντεύματα.
σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους
λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
χρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.
ἔσται τάδʼ, ἔσται. Λοξίας δʼ ἐὰν θέλῃ
νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος,
ὅσον δὲ χρῄζει —θεὸς γάρ ἐστι —δέξομαι.
τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν
κρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται;
ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται,
ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών;
ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
μέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαις
πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια
δρόσον καθήσω. νουθετητέος δέ μοι
Φοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶν
προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳ
θνῄσκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς,
ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν
κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
εἰ δʼ —οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι —
δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων,
σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ,
ναοὺς τίνοντες ἀδικίας κενώσετε.
τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος
σπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακῶς
λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ
μιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.