# Ἴων 5.1.510-543

Euripides, Ἴων, Episode 5, lines 5.1.510-5.1.543. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-11/5.1.510

πρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμων
θυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε,
ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
Ξοῦθος, ἢ μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν;
ἐν δόμοις ἔστʼ, ὦ ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε.
ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶν
δοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα.
ὦ τέκνον, χαῖρʼ· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.
χαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν.
δὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς.
εὖ φρονεῖς μέν; ἤ σʼ ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη;
σωφρονῶ· τὰ φίλταθʼ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι.
παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί.
ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δʼ εὑρίσκω φίλα.
οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;
ὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα —
οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.
κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.
ποῦ δέ μοι πατὴρ σύ; ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοῦ;
οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.
καὶ τί μοι λέξεις;
πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.
τίς λέγει τάδε;
ὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
μαρτυρεῖς σαυτῷ.
τὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρηστήρια.
ἐσφάλης αἴνιγμʼ ἀκούσας.
οὐκ ἄρʼ ὄρθʼ ἀκούομεν.
ὁ δὲ λόγος τίς ἐστι Φοίβου;
τὸν συναντήσαντά μοι —
τίνα συνάντησιν;
δόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦ
συμφορᾶς τίνος κυρῆσαι;
παῖδʼ ἐμὸν πεφυκέναι.
σὸν γεγῶτʼ, ἢ δῶρον ἄλλως;
δῶρον, ὄντα δʼ ἐξ ἐμοῦ.
πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν;
οὐκ ἄλλῳ, τέκνον.
ἡ τύχη πόθεν ποθʼ ἥκει;
δύο μίαν θαυμάζομεν.
ἔα. τίνος δέ σοι πέφυκα μητρός;
οὐκ ἔχω φράσαι.
οὐδὲ Φοῖβος εἶπε;
τερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην.
γῆς ἄρʼ ἐκπέφυκα μητρός.
οὐ πέδον τίκτει τέκνα.
πῶς ἂν οὖν εἴην σός;

---

Euripides, Ἴων, ed. Gilbert Murray. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg010.local001/.
