Ancient Greek · ~7 min
Episode 5, lines 5.2.616-5.2.660
Euripides, Ἴων 5.2.616-660
Not analysed yet
ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία
πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν.
τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,
ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,
ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,
πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν
ἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους·
εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.
ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ·
τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν
ὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦ
πονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν,
εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
θεῶν δʼ ἐν εὐχαῖς βροτῶν,
ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.
καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δʼ ἧκον ξένοι,
ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.
ὃ δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ,
δίκαιον εἶναί μʼ ὁ νόμος ἡ φύσις θʼ ἅμα
παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος
κρείσσω νομίζω τἀνθάδʼ ἢ τἀκεῖ, πάτερ.
ἔα δʼ ἔμʼ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις,
μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν.
καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ
ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.
παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο·
θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον,
κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν.
καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον
δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς
ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν.
καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι
δάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός.