Ancient Greek · ~3 min
Episode 9
Euripides, Ἴων 9.7
Not analysed yet
ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ
σοὺς λόγους ἐδεξάμεσθα· πείθομαι δʼ εἶναι πατρὸς
Λοξίου καὶ τῆσδε. —καὶ πρὶν τοῦτο δʼ οὐκ ἄπιστον ἦν.
τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν,
οὕνεχʼ οὗ ποτʼ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι.
αἵδε δʼ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια,
δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας
ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας.
ᾔνεσʼ οὕνεκʼ εὐλογεῖς θεὸν μεταβαλοῦσʼ· ἀεὶ γὰρ οὖν
χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δʼ οὐκ ἀσθενῆ.
ὦ τέκνον, στείχωμεν οἴκους.
στείχεθʼ, ἕψομαι δʼ ἐγώ.
ἀξία γʼ ἡμῶν ὁδουρός.
καὶ φιλοῦσά γε πτόλιν.
ἐς θρόνους δʼ ἵζου παλαιούς.
ἄξιον τὸ κτῆμά μοι.
ὦ Διὸς Λητοῦς τʼ Ἄπολλον, χαῖρʼ· ὅτῳ δʼ ἐλαύνεται
συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών·
ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων,
οἱ κακοὶ δʼ, ὥσπερ πεφύκασʼ, οὔποτʼ εὖ πράξειαν ἄν.