Ancient Greek · ~7 min
Episode 11, lines 11.1.1338-11.1.1373
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 11.1.1338-1373
Not analysed yet
ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας.
τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρʼ ἐλήλυθας.
διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας.
τί δὲ τέκνον, φεύγεις;
Ἀχιλλέα τόνδʼ ἰδεῖν αἰσχύνομαι.
ὡς τί δή;
τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει.
οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.
ἀλλὰ μίμνʼ· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.
ὦ γύναι τάλαινα, Λήδας θύγατερ—
οὐ ψευδῆ θροεῖς.
δείνʼ ἐν Ἀργείοις βοᾶται—
τίνα βοήν; σήμαινέ μοι.
ἀμφὶ σῆς παιδός—
πονηρὸν εἶπας οἰωνὸν λόγον.
ὡς χρεὼν σφάξαι νιν.
οὐδεὶς τοῖσδʼ ἐναντίον λέγει;
ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον—
τίνʼ, ὦ ξένε;
σῶμα λευσθῆναι πέτροισι.
μῶν κόρην σῴζων ἐμήν;
αὐτὸ τοῦτο.
τίς δʼ ἂν ἔτλη σώματος τοῦ σοῦ θιγεῖν;
πάντες Ἕλληνες.
στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;
πρῶτος ἦν ἐκεῖνος ἐχθρός.
διʼ ἄρʼ ὀλώλαμεν, τέκνον.
οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα.
ἀπεκρίνω δὲ τί;
τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν—
δίκαια γάρ.
ἣν ἐφήμισεν πατήρ μοι.
καὶ Ἀργόθεν γʼ ἐπέμψατο.
ἀλλʼ ἐνικώμην κεκραγμοῦ.
τὸ πολὺ γὰρ δεινὸν κακόν.
ἀλλʼ ὅμως ἀρήξομέν σοι.
καὶ μαχῇ πολλοῖσιν εἷς;
εἰσορᾷς τεύχη φέροντας τούσδε;
ὄναιο τῶν φρενῶν.
ἀλλʼ ὀνησόμεσθα.
παῖς ἄρʼ οὐκέτι σφαγήσεται;
οὔκ, ἐμοῦ γʼ ἑκόντος.
ἥξει δʼ ὅστις ἅψεται κόρης;
μυρίοι γʼ, ἄξει δʼ Ὀδυσσεύς.
ἆρʼ ὁ Σισύφου γόνος;
αὐτὸς οὗτος.
ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο;
αἱρεθεὶς ἑκών.
πονηράν γʼ αἵρεσιν, μιαιφονεῖν.
ἀλλʼ ἐγὼ σχήσω νιν.
ἄξει δʼ οὐχ ἑκοῦσαν ἁρπάσας;
δηλαδὴ ξανθῆς ἐθείρας.
ἐμὲ δὲ δρᾶν τί χρὴ τότε;
ἀντέχου θυγατρός.
ὡς τοῦδʼ εἵνεκʼ οὐ σφαγήσεται.
ἀλλὰ μὴν ἐς τοῦτό γʼ ἥξει.
μῆτερ, εἰσακούσατε
τῶν ἐμῶν λόγων· μάτην γάρ σʼ εἰσορῶ θυμουμένην
σῷ πόσει· τὰ δʼ ἀδύναθʼ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον.
τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας·
ἀλλὰ καὶ σὲ τοῦθʼ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ,
καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.