Ancient Greek
Episode 11, lines 11.2.1443-11.2.1473
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 11.2.1443-1473
Not analysed yet
τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται.
βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.
ἀλλʼ, ὦ τέκνον, σοὶ πείσομαι· λέγεις γὰρ εὖ.
ὡς εὐτυχοῦσά γʼ Ἑλλάδος τʼ εὐεργέτις.
τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν;
μηδʼ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους.
εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις;
χαίρειν γε. Ὀρέστην τʼ ἔκτρεφʼ ἄνδρα τόνδε μοι.
προσέλκυσαί νιν ὕστατον θεωμένη.
ὦ φίλτατʼ, ἐπεκούρησας ὅσον εἶχες φίλοις.
ἔσθʼ ὅ τι κατʼ Ἄργος δρῶσά σοι χάριν φέρω;
πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν.
δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν.
ἄκων μʼ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν.
δόλῳ δʼ, ἀγεννῶς Ἀτρέως τʼ οὐκ ἀξίως.
τίς μʼ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης;
ἐγώ, μετά γε σοῦ—
μὴ σύ γʼ· οὐ καλῶς λέγεις.
πέπλων ἐχομένη σῶν.
ἐμοί, μῆτερ, πιθοῦ·
μένʼ· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε.
πατρὸς δʼ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω
Ἀρτέμιδος ἐς λειμῶνʼ, ὅπου σφαγήσομαι.
ὦ τέκνον, οἴχῃ;
καὶ πάλιν γʼ οὐ μὴ μόλω.
λιποῦσα μητέρα;
ὡς ὁρᾷς γʼ, οὐκ ἀξίως.
σχές, μή με προλίπῃς.
οὐκ ἐῶ στάζειν δάκρυ.
ὑμεῖς δʼ ἐπευφημήσατʼ, ὦ νεάνιδες,
παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην
Ἄρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία.
κανᾶ δʼ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ
προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς
ἐνδεξιούσθω βωμόν· ὡς σωτηρίαν
Ἕλλησι δώσουσʼ ἔρχομαι νικηφόρον.