Ancient Greek
Choral 2, lines 2.2-2.4
Euripides, Ἰφιγένεια ἐν Αὐλίδι 2.2-4
Not analysed yet
—ναῶν δʼ εἰς ἀριθμὸν ἤλυθον
καὶ θέαν ἀθέσφατον,
τὰν γυναικεῖον ὄψιν ὀμμάτων
ὡς πλήσαιμι, μέλινον ἁδονάν.
καὶ κέρας μὲν ἦν
δεξιὸν πλάτας ἔχων
Φθιώτας ὁ Μυρμιδὼν Ἄρης
πεντήκοντα ναυσὶ θουρίαις.
χρυσέαις δʼ εἰκόσιν κατʼ ἄκρα Νη-
ρῇδες ἕστασαν θεαί,
πρύμναις σῆμʼ Ἀχιλλείου στρατοῦ.
—Ἀργείων δὲ ταῖσδʼ ἰσήρετμοι
νᾶες ἕστασαν πέλας·
ὧν ὁ Μηκιστέως στρατηλάτας
παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ,
Καπανέως τε παῖς
Σθένελος· Ἀτθίδας δʼ ἄγων
ἑξήκοντα ναῦς ὁ Θησέως
παῖς ἑξῆς ἐναυλόχει, θεὰν
Παλλάδʼ ἐν μωνύχοις ἔχων πτερω-
τοῖσιν ἅρμασιν θετόν,
εὔσημόν γε φάσμα ναυβάταις.
Βοιωτῶν δʼ ὅπλισμα πόντιον
πεντήκοντα νῆας εἰδόμαν
σημείοισιν ἐστολισμένας·
τοῖς δὲ Κάδμος ἦν
χρύσεον δράκοντʼ ἔχων
ἀμφὶ ναῶν κόρυμβα·
Λήιτος δʼ ὁ γηγενὴς
ἆρχε ναΐου στρατοῦ·
Φωκίδος δʼ ἀπὸ χθονὸς
Λοκρᾶς τε τοῖσδʼ ἴσας ἄγων
ναῦς ἦλθʼ Οἰλέως τόκος κλυτὰν
Θρονιάδʼ ἐκλιπὼν πόλιν.
—Μυκήνας δὲ τᾶς Κυκλωπίας
παῖς Ἀτρέως ἔπεμπε ναυβάτας
ναῶν ἑκατὸν ἠθροϊσμένους·
σὺν δʼ Ἄδραστος ἦν
ταγός, ὡς φίλος φίλῳ,
τᾶς φυγούσας μέλαθρα
βαρβάρων χάριν γάμων
πρᾶξιν Ἑλλὰς ὡς λάβοι.
ἐκ Πύλου δὲ Νέστορος
Γερηνίου κατειδόμαν
πρύμνας σῆμα ταυρόπουν ὁρᾶν,
τὸν πάροικον Ἀλφεόν.
—Αἰνιάνων δὲ δωδεκάστολοι
νᾶες ἦσαν, ὧν ἄναξ
Γουνεὺς ἆρχε· τῶνδε δʼ αὖ πέλας
Ἤλιδος δυνάστορες,
οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς·
Εὔρυτος δʼ ἄνασσε τῶνδε,
λευκήρετμον δʼ Ἄρη
Τάφιον ἦγεν, ὧν Μέγης ἄνασσε,
Φυλέως λόχευμα,
τὰς Ἐχίνας λιπὼν
νήσους ναυβάταις ἀπροσφόρους.
—Αἴας δʼ ὁ Σαλαμῖνος ἔντροφος
δεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε,
τῶν ἆσσον ὥρμει πλάταισιν
ἐσχάταισι συμπλέκων
δώδεκʼ εὐστροφωτάταισι ναυσίν. ὣς
ἄιον καὶ ναυβάταν
εἰδόμαν λεών·
ᾧ τις εἰ προσαρμόσει
βαρβάρους βάριδας,
νόστον οὐκ ἀποίσεται,
ἐνθάδʼ οἷον εἰδόμαν
νάιον πόρευμα,
τὰ δὲ κατʼ οἴκους κλύουσα συγκλήτου
μνήμην σῴζομαι στρατεύματος.