# Ἰφιγένεια ἐν Αὐλίδι 8.1

Euripides, Ἰφιγένεια ἐν Αὐλίδι, Choral 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-12/8.1

τίνʼ ἄρʼ Ὑμέναιος διὰ λωτοῦ Λίβυος
μετά τε φιλοχόρου κιθάρας
συρίγγων θʼ ὑπὸ καλαμοεσ-
σᾶν ἔστασεν ἰαχάν,
ὅτʼ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι
δαιτὶ θεῶν ἔνι Πιερίδες
χρυσεοσάνδαλον ἴχνος
ἐν γᾷ κρούουσαι
Πηλέως ἐς γάμον ἦλθον,
μελῳδοῖς Θέτιν ἀχήμασι τόν τʼ Αἰακίδαν,
Κενταύρων ἐν ὄρεσι κλέουσαι
Πηλιάδα καθʼ ὕλαν.
ὁ δὲ Δαρδανίδας, Διὸς
λέκτρων τρύφημα φίλον,
χρυσέοισιν ἄφυσσε λοιβὰν
ἐν κρατήρων γυάλοις,
ὁ Φρύγιος Γανυμήδης.
παρὰ δὲ λευκοφαῆ ψάμαθον
εἱλισσόμεναι κύκλια
πεντήκοντα κόραι γάμους
Νηρέως ἐχόρευσαν.

---

Euripides, Ἰφιγένεια ἐν Αὐλίδι, ed. Gilbert Murray. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg018.local001/.
