Ancient Greek · ~7 min
Episode 11, lines 11.1.1185-11.1.1232
Euripides, Μήδεια 11.1.1185-1232
Not analysed yet
διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο·
χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος
θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός,
πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα,
λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος.
φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη,
σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε,
ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως
σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην
ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο.
πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη,
πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν·
οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις
οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου
ἔσταζε κρατὸς συμπεφυρμένον πυρί,
σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ
γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον,
δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν
νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον.
πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ
ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ·
ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας
κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ,
τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε;
τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν
τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον.
ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο,
χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας
προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης
λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα·
ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ,
ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι,
σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων.
χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος
ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος.
κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ
πέλας, ποθεινὴ δακρύοισι συμφορά.
καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου·
γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν.
τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν,
οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν
δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων
τούτους μεγίστην ζημίαν ὀφλισκάνειν.
θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ·
ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος
ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ.
ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ
κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι.