Ancient Greek · ~2 min
Choral 2
Euripides, Μήδεια 2.8
Not analysed yet
ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι
λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις
ἐνδησαμένα τὸν κατάρατον
πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’
αὐτοῖς μελάθροις διακναιομένους,
οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν.
ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην
αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν.
κλύεθ’ οἷα λέγει κἀπιβοᾶται
Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων
θνητοῖς ταμίας νενόμισται;
οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ
δέσποινα χόλον καταπαύσει.