Ancient Greek · ~2 min
Choral 14
Euripides, Ὀρέστης 14.1
Not analysed yet
—ἰὼ ἰὼ τύχα,
ἕτερον εἰς ἀγῶνʼ, ἕτερον αὖ δόμος
φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.
—τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε;
ἢ σῖγʼ ἔχωμεν; ἀσφαλέστερον, φίλαι.
—ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει
θοάζων ὅδʼ αἰθέρος ἄνω καπνός.
—ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμους
τοὺς Τανταλείους, οὐδʼ ἀφίστανται φόνου.
—τέλος ἔχει δαίμων βροτοῖς,
τέλος ὅπᾳ θέλῃ.
—μεγάλα δέ τις ἁ δύναμις διʼ ἀλαστόρων
ἔπεσʼ ἔπεσε μέλαθρα τάδε διʼ αἱμάτων
διὰ τὸ Μυρτίλου πέσημʼ ἐκ δίφρου.