Ancient Greek · ~7 min
Episode 5, lines 5.2.442-5.2.487
Euripides, Ὀρέστης 5.2.442-487
Not analysed yet
θανεῖν ὑπʼ ἀστῶν λευσίμῳ πετρώματι.
κᾆτʼ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους;
κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.
ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;
πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.
ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.
ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.
ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,
καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,
χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.
ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοι
οἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.
καὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶ
ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος.
ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε
στείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχει
ἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
φιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονος
παῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα,
τιμῶντέ μʼ οὐδὲν ἧσσον ἢ Διοσκόρω·
οἷς, ὦ τάλαινα καρδία ψυχή τʼ ἐμή,
ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον
λάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφος
θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;
ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,
Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ
χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.
ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.
ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.
ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν.
ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.
ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
στίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν.
Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;
τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.
κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;
πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.
βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.
Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.
καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.