Ancient Greek · ~7 min
Episode 5, lines 5.2.664-5.2.710
Euripides, Ὀρέστης 5.2.664-710
Not analysed yet
θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
ἐρεῖς· ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους
ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·
ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.
φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·
κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω·
ταύτης ἱκνοῦμαί σʼ —ὦ μέλεος ἐμῶν κακῶν,
ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·
ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
θανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένην
ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω,
ταὔτʼ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.
εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν,
θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.
κἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμως
τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ.
Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·
καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός,
θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους·
τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.
μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις
δυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν.
σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·
εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς,
τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
ἔνεστι δʼ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
καραδοκοῦντι κτῆμα τιμιώτατον.
ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς.
καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
ἔβαψεν, ἔστη δʼ αὖθις, ἢν χαλᾷ πόδα.
μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,
μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ —οὐκ ἄλλως λέγω —
σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.