Ancient Greek · ~8 min
Episode 7, lines 7.895-7.952
Euripides, Ὀρέστης 7.895-952
Not analysed yet
τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ
πηδῶσʼ ἀεὶ κήρυκες· ὅδε δʼ αὐτοῖς φίλος,
ὃς ἂν δύνηται πόλεος ἔν τʼ ἀρχαῖσιν ᾖ.
ἐπὶ τῷδε δʼ ἠγόρευε Διομήδης ἄναξ.
οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον
εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν.
ἐπερρόθησαν δʼ οἳ μὲν ὡς καλῶς λέγοι,
οἳ δʼ οὐκ ἐπῄνουν. κἀπὶ τῷδʼ ἀνίσταται
ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει,
Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,
θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ,
πιθανὸς ἔτʼ αὐτοὺς περιβαλεῖν κακῷ τινι·
ὃς εἶπʼ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις
βάλλοντας· ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγους
τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.
ἄλλος δʼ ἀναστὰς ἔλεγε τῷδʼ ἐναντία,
μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δʼ ἀνήρ,
ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,
αὐτουργός —οἵπερ καὶ μόνοι σῴζουσι γῆν —
ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,
ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον·
ὃς εἶπʼ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,
κακὴν γυναῖκα κἄθεον κατακτανών,
ἣ κεῖνʼ ἀφῄρει, μήθʼ ὁπλίζεσθαι χέρα
μήτε στρατεύειν ἐκλιπόντα δώματα,
εἰ τἄνδον οἰκουρήμαθʼ οἱ λελειμμένοι
φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.
καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.
κοὐδεὶς ἔτʼ εἶπε. σὸς δʼ ἐπῆλθε σύγγονος,
ἔλεξε δʼ· ὦ γῆν Ἰνάχου κεκτημένοι,
ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ
ἔκτεινα μητέρʼ. εἰ γὰρ ἀρσένων φόνος
ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτʼ ἔτʼ ἂν
θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών·
τοὐναντίον δὲ δράσετʼ ἢ δρᾶσαι χρεών.
νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρʼ ἐμοῦ πατρὸς
τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτʼ ἐμέ,
ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν·
ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.
ἀλλʼ οὐκ ἔπειθʼ ὅμιλον, εὖ δοκῶν λέγειν.
νικᾷ δʼ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων,
ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.
μόλις δʼ ἔπεισε μὴ πετρουμένους θανεῖν
τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇ
ὑπέσχετʼ ἐν τῇδʼ ἡμέρᾳ λείψειν βίον
σὺν σοί. πορεύει δʼ αὐτὸν ἐκκλήτων ἄπο
Πυλάδης δακρύων· σὺν δʼ ὁμαρτοῦσιν φίλοι
κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι
πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.