Ancient Greek · ~1 min
Choral 4
Euripides, Φοίνισσαι 4.3
Not analysed yet
καὶ σέ, τὸν προμάτορος
Ἰοῦς ποτʼ ἔκγονον
Ἔπαφον, ὦ Διὸς γένεθλον,
ἐκάλεσα βαρβάρῳ βοᾷ,
ἰώ, βαρβάροις λιταῖς·
βᾶθι βᾶθι τάνδε γᾶν·
—σοί νιν ἔκγονοι κτίσαν
καὶ διώνυμοι θεαί,
Περσέφασσα καὶ φίλα
Δαμάτηρ θεά,
πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,
κτήσαντο —πέμπε πυρφόρους
θεάς, ἄμυνε τᾷδε γᾷ·
πάντα δʼ εὐπετῆ θεοῖς.