Ancient Greek · ~3 min
Choral 1
Euripides, Ῥῆσος 1.1-2
Not analysed yet
—ὁπλίζου χέρα· συμμάχων,
Ἕκτορ, βᾶθι πρὸς εὐνάς,
ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.
—πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,
ἁρμόσατε ψαλίοις ἵππους.
—τίς εἶσʼ ἐπὶ Πανθοΐδαν,
ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;
—ποῦ σφαγίων ἔφοροι;
—ποῦ δὲ γυμνήτων μόναρχοι
τοξοφόροι τε Φρυγῶν;
—ζεύγνυτε κερόδετα τόξα νευραῖς.
τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν,
τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.
ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ
μάστιγι φοβῇ;
τί θροεῖς; τί σε φῶ
νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν
οὐδὲν τρανῶς ἀπέδειξας.
—πύρʼ αἴθει στρατὸς Ἀργόλας,
Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν,
διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.
πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς
ἐννύχιος θορύβῳ σκηνάν,
νέαν τινʼ ἐφιέμενοι
βάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη
ναυσιπόρος στρατιά.
σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον,
ἤλυθον ἄγγελος, ὡς
μήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.