Ancient Greek
Episode 10, lines 10.1.906-10.1.957
Euripides, Ῥῆσος 10.1.906-957
Not analysed yet
ὄλοιτο μὲν Οἰνεΐδας,
ὄλοιτο δὲ Λαρτιάδας,
ὅς μʼ ἄπαιδα γέννας
ἔθηκεν ἀριστοτόκοιο·
ἅ θʼ Ἕλλανα λιποῦσα δόμον
Φρυγίων λεχέων ἔπλευσε πλαθεῖσʼ
ὑπʼ Ἰλίῳ ὤλεσε μὲν σʼ ἕκατι Τροίας,
φίλτατε, μυριάδας τε πόλεις
ἀνδρῶν ἀγαθῶν ἐκένωσεν.
ἦ πολλὰ μὲν ζῶν, πολλὰ δʼ εἰς Ἅιδου μολών,
Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός·
ὕβρις γάρ, ἥ σʼ ἔσφηλε, καὶ Μουσῶν ἔρις
τεκεῖν μʼ ἔθηκε τόνδε δύστηνον γόνον.
περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς
λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις,
ὅτʼ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας
Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι
Μοῦσαι μεγίστην εἰς ἔριν μελῳδίας
κείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμεν
Θάμυριν, ὃς ἡμῶν πόλλʼ ἐδέννασεν τέχνην.
κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένη
καὶ παρθενείαν, ἧκʼ ἐς εὐύδρου πατρὸς
δίνας· τρέφειν δέ σʼ οὐ βρότειον ἐς χέρα
Στρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις.
ἔνθʼ ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο,
Θρῄκης ἀνάσσων πρῶτος ἦσθʼ ἀνδρῶν, τέκνον.
καί σʼ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους
ἀλκὰς κορύσσοντʼ οὐκ ἐδείμαινον θανεῖν·
Τροίας δʼ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε,
εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σʼ Ἕκτορος
πρεσβεύμαθʼ αἵ τε μυρίαι γερουσίαι
ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις.
καὶ τοῦδʼ, Ἀθάνα, παντὸς αἰτία μόρου,
—οὐδὲν δʼ Ὀδυσσεὺς οὐδʼ ὁ Τυδέως τόκος
ἔδρασε δράσας —μὴ δόκει λεληθέναι.
καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν
Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί,
μυστηρίων τε τῶν ἀπορρήτων φανὰς
ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ
τοῦδʼ ὃν κατακτείνεις σύ· Μουσαῖόν τε, σὸν
σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρʼ ἕνα
ἐλθόντα, Φοῖβος σύγγονοί τʼ ἠσκήσαμεν.
καὶ τῶνδε μισθὸν παῖδʼ ἔχουσʼ ἐν ἀγκάλαις
θρηνῶ· σοφιστὴν δʼ ἄλλον οὐκ ἐπάξομαι.
μάτην ἄρʼ ἡμᾶς Θρῄκιος τροχηλάτης
ἐδέννασʼ, Ἕκτορ, τῷδε βουλεῦσαι φόνον.
ᾔδη τάδʼ· οὐδὲν μάντεων ἔδει φράσαι
Ὀδυσσέως τέχναισι τόνδʼ ὀλωλότα.
ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν
λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις
κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί;
ἔπεμψʼ· ὀφείλων δʼ ἦλθε συμπονεῖν ἐμοί.