Ancient Greek · ~10 min
Episode 6
Euripides, Ῥῆσος 6.2
Not analysed yet
χαῖρʼ, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς,
Ἕκτορ· παλαιᾷ σʼ ἡμέρᾳ προσεννέπω.
χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον
πύργοισιν ἐχθρῶν· συγκατασκάψων δʼ ἐγὼ
τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη.
παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς
Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν
τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ
ἐλθόντα, καὶ μὴ τοὐπί σʼ Ἀργείων ὕπο
Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί.
οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις
οὐκ ἦλθες οὐδʼ ἤμυνας οὐδʼ ἐπεστράφης.
τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν
ἐλθοῦσʼ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει;
ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν;
σὺ δʼ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους
Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος.
καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν
Θρῃκῶν ἄνακτα τῇδʼ ἔθηκʼ ἐγὼ χερί,
ὅτʼ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν
Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν
παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν,
φίλων νοσούντων ὕστερος βοηδρομεῖς.
οἱ δʼ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες,
πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις
κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει,
οἳ δʼ ἔν θʼ ὅπλοισι καὶ παρʼ ἱππείοις ὄχοις
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ
μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι.
ταῦθʼ, ὡς ἂν εἰδῇς Ἕκτορʼ ὄντʼ ἐλεύθερον,
καὶ μέμφομαί σοι καὶ λέγω κατʼ ὄμμα σόν.
τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων
τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκʼ ἀνήρ.
ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδʼ ἀπὼν χθονὸς
λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην·
ἀλλʼ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς,
μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν
ξυνῆψε πόλεμον· Εὐξένου δʼ ἀφικόμην
πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν.
ἔνθʼ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης
ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος.
τοιάδε τοί μʼ ἀπεῖργε συμφορὰ πέδον
Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν.
ἐπεὶ δʼ ἔπερσα, τῶνδʼ ὁμηρεύσας τέκνα
τάξας τʼ ἔτειον δασμὸν ἐς δόμους φέρειν,
ἥκω περάσας ναυσὶ πόντιον στόμα,
τὰ δʼ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα —
οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας,
οὐδʼ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος,
ἀλλʼ οἷα πόντον Θρῄκιον φυσήματα
κρυσταλλόπηκτα Παιόνας τʼ ἐπεζάρει,
ξὺν τοῖσδʼ ἄυπνος οἶδα τλὰς πορπάμασιν.
ἀλλʼ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δʼ ὅμως·
σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος
κοὐδὲν περαίνεις, ἡμέραν δʼ ἐξ ἡμέρας
πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη·
ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει
πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν
κτεῖναί τʼ Ἀχαιούς· θατέρᾳ δʼ ἀπʼ Ἰλίου
πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους,
ὑμῶν δὲ μή τις ἀσπίδʼ ἄρηται χερί·
ἐγὼ γὰρ ἕξω τοὺς μέγʼ αὐχοῦντας δορὶ
πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.