Ancient Greek · ~5 min
Episode 9
Euripides, Ἱκέτιδες 9.2
Not analysed yet
καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον
θεοὶ ζῶντʼ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς
αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς·
τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω,
ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθʼ ἄν.
ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν
φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος.
ἀλλʼ οἶσθʼ ὃ δρᾶσαι βούλομαι τούτων πέρι;
οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις.
τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ
ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις;
ναί· τοὺς δέ γʼ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ.
ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας;
αὐτοῦ παρʼ οἴκους τούσδε συμπήξας τάφον.
οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος.
ἡμῖν δέ γʼ οἵδε· στειχέτω δʼ ἄχθη νεκρῶν.
ἴτʼ, ὦ τάλαιναι μητέρες, τέκνων πέλας.
ἥκιστʼ, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις.
πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων;
ὄλοιντʼ ἰδοῦσαι τούσδʼ ἂν ἠλλοιωμένους.
πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν.
τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις;
νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ
Θησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί,
ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν,
τί κτᾶσθε λόγχας καὶ κατʼ ἀλλήλων φόνους
τίθεσθε; παύσασθʼ, ἀλλὰ λήξαντες πόνων
ἄστη φυλάσσεθʼ ἥσυχοι μεθʼ ἡσύχων.
σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ
ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν.