Ancient Greek · ~3 min
Episode 3
Euripides, Τρῳάδες 3.4
Not analysed yet
Ἄνεχε· πάρεχε.
φῶς φέρʼ, ὤ· σέβω· φλέγω —ἰδού, ἰδού —
λαμπάσι τόδʼ ἱερόν.
ὦ Ὑμέναιʼ ἄναξ·
μακάριος ὁ γαμέτας·
μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις
κατʼ Ἄργος ἁ γαμουμένα.
Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ.
ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ
γόοισι τὸν θανόντα πατέρα πατρίδα τε
φίλαν καταστένουσʼ ἔχεις,
ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς
ἀναφλέγω πυρὸς φῶς
ἐς αὐγάν, ἐς αἴγλαν,
διδοῦσʼ, ὦ Ὑμέναιε, σοί,
διδοῦσʼ, ὦ Ἑκάτα, φάος,
παρθένων ἐπὶ λέκτροις
ᾇ νόμος ἔχει.
πάλλε πόδα.
αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ·
ὡς ἐπὶ πατρὸς ἐμοῦ
μακαριωτάταις
τύχαις· ὁ χορὸς ὅσιος.
ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις
ἀνάκτορον θυηπολῶ,
Ὑμήν, ὦ Ὑμέναιʼ, Ὑμήν.
χόρευε, μᾶτερ, ἀναγέλασον·
ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶν
φέρουσα φιλτάταν βάσιν.
βοάσαθʼ Ὑμέναιον, ὤ,
μακαρίαις ἀοιδαῖς
ἰαχαῖς τε νύμφαν.
ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶν
κόραι, μέλπετʼ ἐμῶν γάμων
τὸν πεπρωμένον εὐνᾷ
πόσιν ἐμέθεν.