Ancient Greek
Choral 6
Euripides, Τρῳάδες 6.2
Not analysed yet
μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,
Λαομεδόντιε παῖ,
Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν·
ἁ δέ σε γειναμένα πυρὶ δαίεται·
ἠιόνες δʼ ἅλιαι
ἴακχον οἰωνὸς οἷ-
ον τεκέων ὕπερ βοᾷ,
ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας,
ᾇ δὲ ματέρας γεραιάς.
τὰ δὲ σὰ δροσόεντα λουτρὰ
γυμνασίων τε δρόμοι
βεβᾶσι, σὺ δὲ πρόσωπα νεα-
ρὰ χάρισι παρὰ Διὸς θρόνοις
καλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖαν
Ἑλλὰς ὤλεσʼ αἰχμά.