Ancient Greek · ~7 min
Episode 7, lines 7.860-7.904
Euripides, Τρῳάδες 7.860-904
Not analysed yet
ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε,
ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι
Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ
Μενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν.
ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
γυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶν
δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.
κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην
αὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ.
ἥκω δὲ τὴν τάλαιναν —οὐ γὰρ ἡδέως
ὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω —
ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς
κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.
οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,
κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν
θέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.
ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον
Ἑλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃ
Ἑλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν,
ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι.
ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες,
κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτης
κόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅταν
πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.
ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι,
Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφου
βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις.
τί δʼ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.
αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν.
ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ.
αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις,
πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα.
ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.
Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου
τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν
βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.
ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,
ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες
Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;
οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλʼ ἅπας στρατὸς
κτανεῖν ἐμοί σʼ ἔδωκεν, ὅνπερ ἠδίκεις.
ἔξεστιν οὖν πρὸς ταῦτʼ ἀμείψασθαι λόγῳ,
ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;