Ancient Greek · ~7 min
Episode 7, lines 7.998-7.1043
Euripides, Τρῳάδες 7.998-1043
Not analysed yet
εἶἑν· βίᾳ γὰρ παῖδα φῄς σʼ ἄγειν ἐμόν·
τίς Σπαρτιατῶν ᾔσθετʼ; ἢ ποίαν βοὴν
ἀνωλόλυξας —Κάστορος νεανίου
τοῦ συζύγου τʼ ἔτʼ ὄντος, οὐ κατʼ ἄστρα πω;
ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου
κατʼ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,
εἰ μὲν τὰ τοῦδε κρείσσονʼ ἀγγέλλοιτό σοι,
Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτʼ ἐμὸς
ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν·
εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.
ἐς τὴν τύχην δʼ ὁρῶσα τοῦτʼ ἤσκεις, ὅπως
ἕποιʼ ἅμʼ αὐτῇ, τῇ ἀρετῇ δʼ οὐκ ἤθελες.
κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις
πύργων καθιεῖσʼ, ὡς μένουσʼ ἀκουσίως;
ποῦ δῆτʼ ἐλήφθης ἢ βρόχους ἀρτωμένη
ἢ φάσγανον θήγουσʼ, ἃ γενναία γυνὴ
δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;
καίτοι σʼ ἐνουθέτουν γε πολλὰ πολλάκις·
Ὦ θύγατερ, ἔξελθʼ· οἱ δʼ ἐμοὶ παῖδες γάμους
ἄλλους γαμοῦσι, σὲ δʼ ἐπὶ ναῦς Ἀχαιϊκὰς
πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης
Ἕλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν.
ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις
καὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες·
μεγάλα γὰρ ἦν σοι. —κἀπὶ τοῖσδε σὸν δέμας
ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει
τὸν αὐτὸν αἰθέρʼ, ὦ κατάπτυστον κάρα·
ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,
φρίκῃ τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένην
ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον
ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.
Μενέλαʼ, ἵνʼ εἰδῇς οἷ τελευτήσω λόγον,
στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼν
σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς
γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.
Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν
τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος,
ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς.
ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,
ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶν
ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν
λόγοις ἐνεῖται. —βαῖνε λευστήρων πέλας
πόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς
θανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ.
μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν
προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.