# Τρῳάδες 8.1

Euripides, Τρῳάδες, Choral 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-19/8.1

οὕτω δὴ τὸν ἐν Ἰλίῳ
ναὸν καὶ θυόεντα βω-
μὸν προύδωκας Ἀχαιοῖς,
ὦ Ζεῦ, καὶ πελάνων φλόγα
σμύρνης αἰθερίας τε κα-
πνὸν καὶ Πέργαμον ἱερὰν
Ἰδαῖά τʼ Ἰδαῖα κισσοφόρα νάπη
χιόνι κατάρυτα ποταμίᾳ
τέρμονα πρωτόβολόν θʼ ἁλίῳ,
τὰν καταλαμπομέναν ζαθέαν θεράπναν.
φροῦδαί σοι θυσίαι χορῶν τʼ
εὔφημοι κέλαδοι κατʼ ὄρ-
φναν τε παννυχίδες θεῶν,
χρυσέων τε ξοάνων τύποι
Φρυγῶν τε ζάθεοι σελᾶ-
ναι συνδώδεκα πλήθει.
μέλει μέλει μοι τάδʼ εἰ φρονεῖς, ἄναξ,
οὐράνιον ἕδρανον ἐπιβεβὼς
αἰθέρα τε πτόλεως ὀλομένας,
ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.

---

Euripides, Τρῳάδες, ed. Gilbert Murray. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg011.local001/.
