Ancient Greek · ~2 min
Choral 8
Euripides, Τρῳάδες 8.2
Not analysed yet
ὦ φίλος ὦ πόσι μοι,
σὺ μὲν φθίμενος ἀλαίνεις
ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος
ἀίσσον πτεροῖσι πορεύσει
ἱππόβοτον Ἄργος, ἵνα τείχεα
λάινα Κυκλώπιʼ οὐράνια νέμονται.
τέκνων δὲ πλῆθος ἐν πύλαις
δάκρυσι κατᾴορα στένει·
βοᾷ βοᾷ·
Μᾶτερ, ὤμοι, μόναν δή μʼ Ἀχαιοὶ κομί-
ζουσι σέθεν ἀπʼ ὀμμάτων
κυανέαν ἐπὶ ναῦν
εἰναλίαισι πλάταις
ἢ Σαλαμῖνʼ ἱερὰν
ἢ δίπορον κορυφὰν
Ἴσθμιον, ἔνθα πύλας
Πέλοπος ἔχουσιν ἕδραι.