Ancient Greek · ~8 min
Episode 9, lines 9.1.1167-9.1.1215
Euripides, Τρῳάδες 9.1.1167-1215
Not analysed yet
ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής.
εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν
γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,
μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον·
νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον,
οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων.
δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίως
τείχη πατρῷα, Λοξίου πυργώματα,
ὃν πόλλʼ ἐκήπευσʼ ἡ τεκοῦσα βόστρυχον
φιλήμασίν τʼ ἔδωκεν, ἔνθεν ἐκγελᾷ
ὀστέων ῥαγέντων φόνος, ἵνʼ αἰσχρὰ μὴ λέγω.
ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς
κέκτησθʼ, ἐν ἄρθροις δʼ ἔκλυτοι πρόκεισθέ μοι.
ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα,
ὄλωλας, ἐψεύσω μʼ, ὅτʼ ἐσπίπτων πέπλους,
Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων
πλόκαμον κεροῦμαι, πρὸς τάφον θʼ ὁμηλίκων
κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.
σὺ δʼ οὐκ ἔμʼ, ἀλλʼ ἐγὼ σὲ τὸν νεώτερον,
γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.
οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶ
ὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε
γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;
Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτε
δείσαντες; —αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι.
ἀλλʼ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως
ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.
ὦ καλλίπηχυν Ἕκτορος βραχίονα
σῴζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν.
ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος
ἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,
ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων
ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.
φέρετε, κομίζετʼ ἀθλίῳ κόσμον νεκρῷ
ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας
δαίμων δίδωσιν· ὧν δʼ ἔχω, λήψῃ τάδε.
θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν
βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,
ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσε
πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.
καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων
Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.
ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε
οὐδʼ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους
τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη,
μήτηρ πατρός σοι προστίθησʼ ἀγάλματα
τῶν σῶν ποτʼ ὄντων· νῦν δέ σʼ ἡ θεοστυγὴς
ἀφείλεθʼ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν
ἔκτεινε καὶ πάντʼ οἶκον ἐξαπώλεσεν.