Ancient Greek · ~2 min
Choral 12
Euripides, Ἀνδρομάχη 12.1-2
Not analysed yet
ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε
καὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς.
ἰώ μοί μοι, αἰαῖ,
ὦ πόλι Θεσσαλία, διολώλαμεν,
οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐκέτι
λείπεται οἴκοις·
ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίνα
δὴ φίλον αὐγὰς βάλλων τέρψομαι;
ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,
εἴθε σ’ ὑπ’ Ἰλίῳ ἤναρε δαίμων
Σιμοεντίδα παρ’ ἀκτάν.
οὗτός τ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον,
θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον.