Ancient Greek · ~2 min
Choral 12
Euripides, Ἀνδρομάχη 12.2
Not analysed yet
ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις
νόμῳ τῷ
νερτέρων κατάρξω.
ὀττοτοτοτοῖ, διάδοχα δ’ ὦ τάλας ἐγὼ
γέρων καὶ
δυστυχὴς δακρύω.
θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.
ὦ φίλος,
δόμον ἔλιπες ἔρημον,
ὤμοι μοι, ταλαίπωρον ἐμὲ
γέροντ’ ἄπαιδα νοσφίσας.
θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.
οὐ σπαράξομαι κόμαν,
οὐκ ἐμῷ ’πιθήσομαι
κάρᾳ κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις,
διπλῶν τέκνων
μ’ ἐστέρησ’ ὁ Φοῖβος.