Ancient Greek · ~8 min
Episode 13
Euripides, Ἀνδρομάχη 13.1
Not analysed yet
ἰὼ ἰώ·
τί κεκίνηται; τίνος αἰσθάνομαι
θείου; κοῦραι, λεύσσετ’ ἀθρήσατε·
δαίμων ὅδε τις λευκὴν αἰθέρα
πορθμευόμενος τῶν ἱπποβότων
Φθίας πεδίων ἐπιβαίνει.
Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων
ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.
καὶ πρῶτα μέν δὴ τοῖς παρεστῶσιν κακοῖς
μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα·
κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα,
ἀπώλεσ’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας
Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.
ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου.
τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνον
θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν,
Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος
φόνον βίαιον τῆς Ὀρεστείας χερός·
γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω,
Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,
Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις,
καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνον
λελειμμένον δή. βασιλέα δ’ ἐκ τοῦδε χρὴ
ἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίας
εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατον
γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον,
Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,
καίπερ πεσούσης Παλλάδος προθυμίᾳ.
σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν,
κακῶν ἀπαλλάξασα τῶν βροτησίων
ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.
κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα
τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ·
ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα
τὸν φίλτατον σοὶ παῖδ’ ἐμοί τ’ Ἀχιλλέα
ὄψῃ δόμους ναίοντα νησιωτικοὺς
Λευκὴν κατ’ ἀκτὴν ἐντὸς Εὐξείνου πόρου.
ἀλλ’ ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιν
νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ
ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν
Σηπιάδος ἵζου· μίμνε δ’, ἔστ’ ἂν ἐξ ἁλὸς
λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν
ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον
δεῖ σ’ ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε.
παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ·
πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν
ψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται.
ὦ πότνι’, ὦ γενναῖα συγκοιμήματα,
Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ’ ἀξίως
σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.
παύω δὲ λύπην σοῦ κελευούσης, θεά,
καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,
οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.
κᾆτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼν
δοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται,
κακῶν δὲ λέκτρων μὴ ’πιθυμίαν ἔχειν,
μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;