# Βάκχαι 2.6

Euripides, Βάκχαι, Choral 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-3/2.6

ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί-
ων πέσῃ πεδόσε, νε-
βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων
αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε-
νος ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος,
εὐοἷ.
ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν
νέκταρι.
Συρίας δʼ ὡς λιβάνου κα-
πνὸν ὁ Βακχεὺς ἀνέχων
πυρσώδη φλόγα πεύκας
ἐκ νάρθηκος ἀίσσει
δρόμῳ καὶ χοροῖσιν
πλανάτας ἐρεθίζων
ἰαχαῖς τʼ ἀναπάλλων,
τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων.
ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει·
Ὦ ἴτε βάκχαι,
ἴτε βάκχαι,
Τμώλου χρυσορόου χλιδᾷ
μέλπετε τὸν Διόνυσον
βαρυβρόμων ὑπὸ τυμπάνων,
εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν
ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε,
λωτὸς ὅταν εὐκέλαδος
ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα
φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ-
να δʼ ἄρα, πῶλος ὅπως ἅμα ματέρι
φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.

---

Euripides, Βάκχαι, ed. Gilbert Murray. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg017.local001/.
