Ancient Greek · ~7 min
Episode 3, lines 3.272-3.318
Euripides, Βάκχαι 3.272-318
Not analysed yet
οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς,
οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος
καθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία,
τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά—
γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει·
αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς·
ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνος
βότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατο
θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς
λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς,
ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶν
δίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων.
οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς,
ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν.
καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς
μηρῷ; διδάξω σʼ ὡς καλῶς ἔχει τόδε.
ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίου
Ζεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν,
Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ·
Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός.
ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένου
αἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς,
Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν
βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός,
ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς
Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον.
μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον
καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει·
ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς,
λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ.
Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά·
στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν
φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν.
μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα.
ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις
πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα,
πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον,
μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ·
μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν,
μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ,
φρονεῖν δόκει τι· τὸν θεὸν δʼ ἐς γῆν δέχου
καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα.
οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει
γυναῖκας ἐς τὴν Κύπριν, ἀλλʼ ἐν τῇ φύσει
τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν
οὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται.