Ancient Greek · ~2 min
Choral 6
Euripides, Βάκχαι 6.1
Not analysed yet
Ἀχελῴου θύγατερ,
πότνιʼ εὐπάρθενε Δίρκα,
σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
τὸ Διὸς βρέφος ἔλαβες,
ὅτε μηρῷ πυρὸς ἐξ ἀ-
θανάτου Ζεὺς ὁ τεκὼν ἥρ-
πασέ νιν, τάδʼ ἀναβοάσας·
Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρ-
σενα τάνδε βᾶθι νηδύν·
ἀναφαίνω σε τόδʼ, ὦ Βάκ-
χιε, Θήβαις ὀνομάζειν.
σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα,
στεφανηφόρους ἀπωθῇ
θιάσους ἔχουσαν ἐν σοί.
τί μʼ ἀναίνῃ; τί με φεύγεις;
ἔτι ναὶ τὰν βοτρυώδη
Διονύσου χάριν οἴνας,
ἔτι σοι τοῦ Βρομίου μελήσει.