Ancient Greek · ~5 min
Episode 7, lines 7.1-7.14
Euripides, Βάκχαι 7.1-14
Not analysed yet
ἰώ,
κλύετʼ ἐμᾶς κλύετʼ αὐδᾶς,
ἰὼ βάκχαι, ἰὼ βάκχαι.
τίς ὅδε, τίς ὅδε πόθεν ὁ κέλαδος
ἀνά μʼ ἐκάλεσεν Εὐίου;
ἰὼ ἰώ, πάλιν αὐδῶ,
ὁ Σεμέλας, ὁ Διὸς παῖς.
ἰὼ ἰὼ δέσποτα δέσποτα,
μόλε νυν ἡμέτερον ἐς
θίασον, ὦ Βρόμιε Βρόμιε.
σεῖε πέδον χθονὸς Ἔννοσι πότνια.
ἆ ἆ,
τάχα τὰ Πενθέως μέλαθρα διατι-
νάξεται πεσήμασιν.
—ὁ Διόνυσος ἀνὰ μέλαθρα·
σέβετέ νιν. —σέβομεν ὤ.
—εἴδετε λάινα κίοσιν ἔμβολα
διάδρομα τάδε; Βρόμιος ὅδʼ ἀλα-
λάζεται στέγας ἔσω.
ἅπτε κεραύνιον αἴθοπα λαμπάδα·
σύμφλεγε σύμφλεγε δώματα Πενθέος.
ἆ ἆ,
πῦρ οὐ λεύσσεις, οὐδʼ αὐγάζῃ,
Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν
ποτε κεραυνόβολος ἔλιπε φλόγα
Δίου βροντᾶς;
δίκετε πεδόσε τρομερὰ σώματα
δίκετε, Μαινάδες· ὁ γὰρ ἄναξ
ἄνω κάτω τιθεὶς ἔπεισι
μέλαθρα τάδε Διὸς γόνος.
βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ
πρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίου
διατινάξαντος δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατε
σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον.
ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος,
ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν.
εἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην,
Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος;
πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις;
ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών;
αὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου.
οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις;