Ancient Greek
Episode 7, lines 7.15.704-7.15.754
Euripides, Βάκχαι 7.15.704-754
Not analysed yet
θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν,
ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς·
ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς,
καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός·
ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν,
ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα
γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων
θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.
ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις
εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε.
ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες,
κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν
ὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια·
καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγων
ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας
ναίοντες ὀρέων, θέλετε θηρασώμεθα
Πενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτων
χάριν τʼ ἄνακτι θώμεθα; εὖ δʼ ἡμῖν λέγειν
ἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαις
κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην
ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα,
Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον
Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευʼ ὄρος
καὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ.
κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου·
κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων,
λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας.
ἣ δʼ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες,
θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ· ἀλλʼ ἕπεσθέ μοι,
ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι.
ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν
βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην
μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.
καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν
μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα,
ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν.
εἶδες δʼ ἂν ἢ πλεύρʼ ἢ δίχηλον ἔμβασιν
ῥιπτόμενʼ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ
ἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι.
ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοι
τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας,
μυριάσι χειρῶν ἀγόμενοι νεανίδων.
θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ
ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις.
χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳ
πεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖς
εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν·
Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπας
νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι,
ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτω
διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα·