# Ἠλέκτρα 5.1.585-632

Euripides, Ἠλέκτρα, Episode 5, lines 5.1.585-5.1.632. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-5/5.1.585

ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα,
κατέλαμψας, ἔδειξας ἐμφανῆ
πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ
πατρίων ἀπὸ δωμάτων τάλας
ἀλαίνων ἔβα.
θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει
νίκαν, ὦ φίλα.
ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς
ἐς θεούς, τύχᾳ σοι τύχᾳ
κασίγνητον ἐμβατεῦσαι πόλιν.
εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων
ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν.
σὺ δʼ, ὦ γεραιέ — καίριος γὰρ ἤλυθες —
λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός;
ἔστιν τί μοι κατʼ Ἄργος εὐμενὲς φίλων;
ἢ πάντʼ ἀνεσκευάσμεθʼ, ὥσπερ αἱ τύχαι;
τῷ ξυγγένωμαι; νύχιος ἢ καθʼ ἡμέραν;
ποίαν ὁδὸν τραπώμεθʼ εἰς ἐχθροὺς ἐμούς;
ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος.
εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε,
κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ.
σὺ δʼ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις
οὐδʼ ἐλλέλοιπας ἐλπίδʼ — ἴσθι μου κλύων,
ἐν χειρὶ τῇ σῇ πάντʼ ἔχεις καὶ τῇ τύχῃ,
πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν.
τί δῆτα δρῶντες τοῦδʼ ἂν ἐξικοίμεθα;
κτανὼν Θυέστου παῖδα σήν τε μητέρα.
ἥκω ʼπὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω;
τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδʼ ἂν εἰ θέλοις.
φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων;
ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς.
εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον.
κἀμοῦ γʼ ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι.
ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ.
Αἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε.
προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις;
ἀγρῶν πέλας τῶνδʼ ἱπποφορβίων ἔπι.
τί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων.
Νύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι.
τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου;
οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο.
πόσων μετʼ ἀνδρῶν; ἢ μόνος δμώων μέτα;
οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ.
οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον;
δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε.
ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς;

---

Euripides, Ἠλέκτρα, ed. Gilbert Murray. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg012.local001/.
