Ancient Greek · ~7 min
Episode 3, lines 3.6.1047-3.6.1089
Euripides, Ἑλένη 3.6.1047-1089
Not analysed yet
ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν
φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει.
ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.
βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;
κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν
ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.
καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα
κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.
σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος;
παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις.
ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳ
θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.
καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς
σωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας;
δοῦναι κελεύσω πορθμίδʼ, ᾗ καθήσομαι
κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.
ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς
θεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει.
ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα
χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.
τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι
καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.
σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς
πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.
καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω,
ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος.
σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον
λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.
ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.
ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη;
σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον
Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν.
καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη
ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.
ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο·
τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.
πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ
ἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα;
αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,
τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.
ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ
πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι
παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.