Ancient Greek · ~7 min
Episode 3, lines 3.6.959-3.6.1001
Euripides, Ἑλένη 3.6.959-1001
Not analysed yet
ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα
καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ·
ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών·
ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα
πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις·
ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,
ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον
κρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη.
εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε,
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ
κἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.
ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί,
λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ
τάφου καταστάζωσι· κεισόμεσθα δὲ
νεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ,
ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν
οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι,
εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς.
τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω.
ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·
οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.
ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι,
φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς
οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν
δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.