Ancient Greek · ~3 min
Choral 2
Euripides, Ἡρακλεῖδαι 2.1
Not analysed yet
—ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳ
χύμενον· ὦ τάλας.
—πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις;
ὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς
ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.
σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν
ξύνοικον ἦλθες λαόν; ἢ πέρα-
θεν ἁλίῳ πλάτᾳ
κατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν;
οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,
ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.
ὄνομα τί σε, γέρον,
Μυκηναῖος ὠνόμαζεν λεώς;
τὸν Ἡράκλειον ἴστε που παραστάτην
Ἰόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε.
οἶδʼ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτὲ
ἐν χερὶ σᾷ κομίζεις κόρους
νεοτρεφεῖς; φράσον.
Ἡρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι,
ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.