# Ἡρακλεῖδαι 5.517-563

Euripides, Ἡρακλεῖδαι, Episode 5, lines 5.517-5.563. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-8/5.517

Τί δεῦρʼ ἀφίκεσθʼ ἱκεσίοισι σὺν κλάδοις
αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·
κακοὺς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.
ἀλλʼ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
αὐτὴ δὲ σωθεῖσʼ, ἐλπίδʼ εὖ πράξειν ἔχω·
— πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους. —
τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτʼ ἔχειν,
ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;
οὐκ οὖν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν
ἀναξίαν; ἄλλῃ δὲ κἂν πρέποι τινὶ
μᾶλλον τάδʼ, ἥτις μὴ ’πίσημος ὡς ἐγώ.
ἡγεῖσθʼ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε
καὶ στεμματοῦτε καὶ κατάρχεσθʼ, εἰ δοκεῖ·
νικᾶτε δʼ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα
ἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαι
θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.
εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσʼ ἐγὼ
κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον.
φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον
κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;
τούτων τίς ἂν λέξειε γενναίους λόγους
μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;
ὦ τέκνον, οὐκ ἔστʼ ἄλλοθεν τὸ σὸν κάρα,
ἀλλʼ ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸς
πέφυκας Ἡράκλειος· οὐδʼ αἰσχύνομαι
τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δʼ ἀλγύνομαι.
ἀλλʼ ᾗ γένοιτʼ ἂν ἐνδικωτέρως φράσω·
πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,
κᾆθʼ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ·
σὲ δʼ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.
οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσʼ ἐγώ·
χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον.
ἀλλʼ, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι
χρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼ
δίδωμʼ ἑκοῦσα τοῖσδʼ, ἀναγκασθεῖσα δʼ οὔ.
φεῦ·
ὅδʼ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος·
κἀκεῖνος ἦν ἄριστος· ἀλλʼ ὑπερφέρεις
τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.
οὐ μὴν κελεύω γʼ οὐδʼ ἀπεννέπω, τέκνον,
θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς.
σοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματος
τοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω.
ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ
θέλω· πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών·
ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ,
εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.

---

Euripides, Ἡρακλεῖδαι, ed. Gilbert Murray. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg004.local001/.
