Ancient Greek · ~7 min
Episode 11, lines 11.5.965-11.5.1012
Euripides, Ἡρακλῆς 11.5.965-1012
Not analysed yet
Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως
τῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν,
οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν
πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός,
ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται
καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως
δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ
ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲν
μητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν,
ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο.
βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα
κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος.
ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ,
τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς
βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους
ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον.
ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε·
Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως
ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι.
ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν
ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν.
φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός,
καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών,
Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ·
σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς.
ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων,
ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος,
μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼν
ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα,
ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών,
χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν.
ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμων
μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας.
ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν
σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ
δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει.
κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον·
ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο,
Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ,
κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους,
ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον
καθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονα
νῶτον πατάξας, ὃς πεσήμασι στέγης
διχορραγὴς ἔκειτο κρηπίδων ἔπι.
ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα
σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων
ἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνου
μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις.