# Ἡρακλῆς 13.1-22

Euripides, Ἡρακλῆς, Episode 13, lines 13.1-13.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-9/13.1

Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ-
γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ-
λαθέσθαι κακῶν;
κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ
τέκεα καὶ τὸ καλλίνικον κάρα.
ἑκαστέρω πρόβατε, μὴ
κτυπεῖτε, μὴ βοᾶτε, μὴ
τὸν εὔδιʼ ἰαύονθʼ
ὑπνώδεά τʼ εὐνᾶς
ἐγείρετε.
οἴμοι.
φόνος ὅσος ὅδʼ
ἆ ἆ,
διά μʼ ὀλεῖτε.
κεχυμένος ἐπαντέλλει.
οὐκ ἀτρεμαῖα θρῆνον αἰ-
άξετʼ, ὦ γέροντες;
ἢ δέσμʼ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν,
ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει.
ἀδύνατʼ ἀδύνατά μοι.
σῖγα, πνοὰς μάθω·
φέρε πρὸς οὖς βάλω.
εὕδει;
ναί, εὕδει
ὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον,
ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ .
στέναζέ νυν —
στενάζω.
τέκνων ὄλεθρον —
ὤμοι.
σέθεν τε παιδὸς —
αἰαῖ.
ὦ πρέσβυ
σῖγα σῖγα·
παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε,
ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.
θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.
ὁρᾶθʼ ὁρᾶτε. τὸ φάος ἐκ-
λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ
φεύγω τάλας, ἀλλʼ εἴ με κανεῖ πατέρʼ ὄντα,
πρὸς δὲ κακοῖς κακὰ μήσεται
πρὸς Ἐρινύσι θʼ αἷμα σύγγονον ἕξει.
τότε θανεῖν σʼ ἐχρῆν, ὅτε δάμαρτι σᾷ
φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας
Ταφίων περίκλυστον ἄστυ πέρσας.

---

Euripides, Ἡρακλῆς, ed. Gilbert Murray. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg009.local001/.
