# Ἡρακλῆς 13.33.1345-1393

Euripides, Ἡρακλῆς, Episode 13, lines 13.33.1345-13.33.1393. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/euripides/text-9/13.33.1345

δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός,
οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,
μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος·
ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος.
ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιν
τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω.
ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην·
ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτων
ἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲ
ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν·
νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν·
δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς
δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος —
πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας,
κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
διώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς,
οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμως
ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν,
ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ
εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα
ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς,
μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας.
οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ,
ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων
τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι.
ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ,
ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε·
Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις
παιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναις
οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,
ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι,
ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω;
οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον.
ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸς
κόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών,
λύπῃ τι παίδων μὴ πάθω μονούμενος.
ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον
παίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε
νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν
Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ.

---

Euripides, Ἡρακλῆς, ed. Gilbert Murray. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0006.tlg009.local001/.
