Ancient Greek · ~7 min
Episode 3, lines 3.230-3.274
Euripides, Ἡρακλῆς 3.230-274
Not analysed yet
ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν,
γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος.
εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν,
λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους
καθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν
φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ.
ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ
θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν;
σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις,
ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς.
ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰς
τέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸς
κορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει,
βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα
ἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματα
πάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼν
κρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε.
ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι
γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε
τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου
τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ
δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
—ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ
λάβρον δράκοντος ἐξερημώσας γένυν,
οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρα
καθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢν
ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.
—οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶ
ἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε,
ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε
τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς
ἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.
—ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,
ὃ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει.
—κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺς
θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;
—ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,
ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας.
ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά με
καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.
ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις
στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.
οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο.