Ancient Greek · ~7 min
Choral 4, lines 4.1-4.3
Euripides, Ἡρακλῆς 4.1-3
Not analysed yet
—αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖ
μολπᾷ Φοῖβος ἰαχεῖ
τὸν κάλλει φθιτόν, κιθάραν
ἐλαύνων πλήκτρῳ χρυσέῳ·
ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ
ἐς ὄρφναν μολόντα, παῖδʼ
εἴτε Διός νιν εἴπω,
εἴτʼ Ἀμφιτρύωνος ἶνιν,
ὑμνῆσαι στεφάνωμα μό-
χθων διʼ εὐλογίας θέλω.
γενναίων δʼ ἀρεταὶ πόνων
τοῖς θανοῦσιν ἄγαλμα.
—πρῶτον μὲν Διὸς ἄλσος
ἠρήμωσε λέοντος,
πυρσῷ δʼ ἀμφεκαλύφθη
ξανθὸν κρᾶτʼ ἐπινωτίσας
δεινῷ χάσματι θηρός·
—τάν τʼ ὀρεινόμον ἀγρίων
Κενταύρων ποτὲ γένναν
ἔστρωσεν τόξοις φονίοις,
ἐναίρων πτανοῖς βέλεσιν.
ξύνοιδε Πηνειὸς ὁ καλ-
λιδίνας μακραί τʼ ἄρου-
ραι πεδίων ἄκαρποι
καὶ Πηλιάδες θεράπναι
σύγχορτοί τʼ Ὀμόλας ἔναυ-
λοι, πεύκαισιν ὅθεν χέρας
πληροῦντες χθόνα Θεσσαλῶν
ἱππείαις ἐδάμαζον·
—τάν τε χρυσοκάρανον
δόρκαν ποικιλόνωτον
συλήτειραν ἀγρωστᾶν
κτείνας, θηροφόνον θεὰν
Οἰνωᾶτιν ἀγάλλει·
—τεθρίππων τʼ ἐπέβα
καὶ ψαλίοις ἐδάμασε πώλους
Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα-
ζον κάθαιμα σῖτα γένυσι,
χαρμοναῖσιν ἀνδροβρῶσι
δυστράπεζοι· πέραν δʼ
ἀργυρορρύτων Ἕβρου
διεπέρασεν ὄχθων,
Μυκηναίῳ πονῶν τυράννῳ.
—ἄν τε Πηλιάδʼ ἀκτὰν
Ἀναύρου παρὰ πηγὰς
Κύκνον ξεινοδαΐκταν
τόξοις ὤλεσεν, Ἀμφαναί-
ας οἰκήτορʼ ἄμεικτον·
—ὑμνῳδούς τε κόρας
ἤλυθεν ἑσπέριον ἐς αὐλάν,
χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρ-
ξων, δράκοντα πυρσόνωτον,
ὅς σφʼ ἄπλατον ἀμφελικτὸς
ἕλικʼ ἐφρούρει, κτανών·
ποντίας θʼ ἁλὸς μυχοὺς
εἰσέβαινε, θνατοῖς
γαλανείας τιθεὶς ἐρετμοῖς·
—οὐρανοῦ θʼ ὑπὸ μέσσαν
ἐλαύνει χέρας ἕδραν,
Ἄτλαντος δόμον ἐλθών,
ἀστρωπούς τε κατέσχεν οἴ-
κους εὐανορίᾳ θεῶν·
—τὸν ἱππευτάν τʼ Ἀμαζό-
νων στρατὸν Μαιῶτιν ἀμφὶ
πολυπόταμον ἔβα διʼ Ἄ-
ξεινον οἶδμα λίμνας,
τίνʼ οὐκ ἀφʼ Ἑλλανίας
ἄγορον ἁλίσας φίλων,
κόρας Ἀρείας πέπλων
χρυσεόστολον φάρος,
ζωστῆρος ὀλεθρίους ἄγρας.
τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ-
βάρου κόρας λάφυρα, καὶ
σῴζεται Μυκήναις.
—τάν τε μυριόκρανον
πολύφονον κύνα Λέρνας
ὕδραν ἐξεπύρωσεν,
βέλεσί τʼ ἀμφέβαλʼ ἰόν,
τὸν τρισώματον οἷσιν ἔ-
κτα βοτῆρʼ Ἐρυθείας.