Ancient Greek · ~2 min
Choral 8
Euripides, Ἡρακλῆς 8.1-2
Not analysed yet
—τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
>βοᾷ
φόνου φροίμιον στενάζων ἄναξ.
ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ.
—καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων
τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.
—τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν,
ἄφρονα λόγον
οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ
σθένουσιν θεοί;
—γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ.
—σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
—φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.