# Antiquorum martyriorum collectio (fragmenta) 6.1

Eusebius, Antiquorum martyriorum collectio (fragmenta), Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/antiquorum-martyriorum-collectio-fragmenta/6.1

Ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ προτεθέντος τοῦ κατὰ Χριστιανῶν προγράμματος ἐν Νικομηδείᾳ, ἀμφοτέραις ἀνελὼν τοῦτο χερσὶ διαῤῥήγνυσι. καὶ τοῦτο πεποιηκὼς, εὐθὺς ἀνάρπαστος γίνεται, πλεῖστά τε παθὼν, οἷα εἰκὸς τὸν ἐπὶ τηλικούτῳ συλληφθέντα τολμήματι, διὰ μαρτυρίου τῆς παρούσης ζωῆς ὑπεξίσταται. Ἕτερος ὑπὸ τὸν αὐτὸν χρόνον, τῶν περὶ τὸν βασιλέα παίδων εἷς ὢν, Πέτρος καλούμενος, πέτρου τῷ ὄντι στεῤῥότερος τὴν ὁμολογίαν ἐδείχθη. Ὡς γὰρ κελευόμενος θύειν ἐνίστατο, μετάρσιος ἀρθεὶς ἐπὶ ξύλου γυμνὸς, μάστιξιν εἰς τοσοῦτον κατεξάνθη τὸ σῶμα, ὡς καὶ τὰ ὀστᾶ τῶν σαρκῶν ἤδη ἐκλελοιπότων ἐκφαίνεσθαι· ὡς δὲ καὶ ταῦτα πάσχων ἀδιάτρεπτος ἦν, ὄξος ἅλατι φύραντες, κατὰ τῶν διασαπέντων τοῦ σώματος μερῶν ἐνέχεον· ὡς δὲ καὶ τούτων ἀνώτερος τῶν ἀλγηδόνων ὑπῆρχεν, ἐσχάρᾳ πεπυρακτωμένῃ ἐπιτίθεται· καὶ οὕτω κατὰ μικρὸν τοῦ πυρὸς τὰ λειπόμενα τῶν κρεῶν ἐπινειμαμένου, νικηφόρος ἐν αὐταῖς παρέδωκε τὴν ψυχὴν ταῖς βασάνοις. Δωρόθεος καὶ Γοργόνιος, τῆς βασιλικῆς οἰκετείας καὶ αὐτοὶ ὄντες, ἑτέροις ἅμα πλείοσι μετὰ πολυτρόπους ἀγῶνας βρόχῳ τὴν ζωὴν μεταλλάξαντες, τῆς ἐνθέου νίκης ἀπηνέγκαντο τὰ βραβεῖα. Ὑπὸ τὸν αὐτὸν χρόνον, Ἄνθιμος τῆς κατὰ Νικομήδειαν προεστὼς Ἐκκλησίας, διὰ τὴν εἰς Χριστὸν μαρτυρίαν, τὴν κεφαλὴν ἀποτέμνεται· τούτῳ δὲ πλῆθος σχεδὸν ἀναρίθμητον μαρτύρων προστίθεται. Ἐν γὰρ τοῖς κατὰ Νικομήδειαν βασιλείοις πυρκαϊᾶς ἐν ταύταις δὴ ταῖς ἡμέραις ἁφθείσης, λόγου διαδοθέντος ὑπὸ Χριστιανῶν ἐπιχειρηθῆναι τὰ τῆς φλογὸς σωρηδὸν κατὰ πρόσταξιν βασιλικὴν, οἱ μὲν τῶν τῇδε θεοσεβῶν ξίφεσιν ἀπεσφάττοντο, οἱ δὲ πυρὶ παρεδίδοντο, ἄλλοι δὲ τοῖς θαλαττίοις ἐναπεῤῥίπτοντο βυθοῖς, καὶ οὕτω παντὶ τρόπῳ τελειούμενοι, οὐδὲ μετὰ τέλος τῆς νενομισμένης ἠξιοῦντο ταφῆς· ἀλλὰ πυρὶ τῶν λειψάνων αὐτῶν καιομένων, ἡ κόνις τῷ ἀέρι ἐνελικμᾶτο, ἢ τῇ θαλάσσῃ ἐναπεῤῥίπτετο. Τὰ αὐτὰ δὲ καὶ κατὰ πᾶσαν ἐπαρχίαν κατὰ Χριστιανῶν ἐπράττετο· ἤκμαζε δὲ μάλιστα κατὰ Φοινίκην τε καὶ Συρίαν, Αἴγυπτόν τε καὶ Θηβαΐδα, καὶ Ἀφρικὴν καὶ τὸ Μαύρων ἔθνος. Ἐξ ὀνόματος δὲ καταλέγειν τοὺς ἐν ταῖς τοιαύταις ἐπαρχίαις εὐδοκίμως ἀθλήσαντας, καὶ τὸ πλῆθος αὐτῶν, καὶ τοὺς ποικίλους τῆς τελειώσεως τρόπους ἐπαριθμεῖσθαι ἄπορον εἰδὼς καὶ καθόλου ἀδύνατον, ὀλίγων τινῶν τῶν ἐπισημοτάτων μνησθήσομαι. Λουκιανὸς ἐξ Ἀντιοχείας πρεσβύτερος, τὸν πάντα βίον ἄριστος, καὶ περὶ λόγους εὐδοκιμώτατος γεγονὼς, ἐν Νικομηδείᾳ βασιλέως ἐπιπαρόντος ἀχθεὶς, δεσμωτήριον οἰκεῖν κατακρίνεται· κἀν τούτῳ διάγων, τῇ τῶν ἀναγκαίων ἐνδείᾳ λιμοκτονηθεὶς μετήλλαξε τὴν ζωήν· καὶ οὗτος μὲν ἐξ Ἀντιοχείας τῆς κατὰ τὴν Κοίλην Συρίαν. Τῶν δ' ἐπὶ Φοινίκης μαρτύρων, Τυραννίων ἐπίσκοπος τῆς κατὰ Τύρον Ἐκκλησίας πρώτιστος ἦν, πρεσβύτερός τε τῆς κατὰ Σιδῶνα Ζηνόβιος, καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμεσσαν ἐκκλησιῶν ἐπίσκοπος (θηρίων δ' οὗτος μεθ' ἑτέρων ἐπ' αὐτῆς Ἐμέσσης ἐγεγόνει βορά). Ἄμφω δὲ οἱ προειρημένοι ἐπ' Ἀντιοχείας τὸν τοῦ Θεοῦ Λόγον μέχρι θανάτου ἐδοξάτην, ὁ μὲν θαλαττίοις παραδοθεὶς βυθοῖς ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν πλευρῶν ἐπιτεθείσαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις. Τῶν δ' ἐπὶ Παλαιστίνης μαρτύρων, Σιλβανὸς ἐπίσκοπος Γάζης, κατὰ τὰ ἐν Φοινίκῃ χαλκοῦ μέταλλα, σὺν ἑτέροις, ἑνὸς δέοντος, τὸν ἀριθμὸν τεσσαράκοντα, τὴν κεφαλὴν ἀποτέμνεται. Αἰγύπτιοί τε αὐτόθι Πηλεὺς καὶ Νεῖλος, ἐπίσκοποι, μεθ' ἑτέρων τὴν διὰ πυρὸς ὑπέμειναν τελευτήν· καὶ Πάμφιλος δὲ τότε, πρεσβύτερος ὢν Καισαρείας τῆς κατὰ Παλαιστίνην, θείῳ μαρτυρίῳ κατακοσμεῖται λαμπρῶς ἀγωνισάμενος. Τῶν δ' ἐπ' Ἀλεξανδρείας καθ' ὅλης τε τῆς Αἰγύπτου, καὶ Θηβαΐδος διαπρεπῶς τελειωθέντων, ἐν πρώτοις ἦν Πέτρος αὐτῆς Ἀλεξανδρείας ἐπίσκοπος, καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων Φαῦστος, καὶ Δῖος, καὶ Ἀμμώνιος, τέλειοι Χριστοῦ μάρτυρες, Φιλέας τε καὶ Ἡσύχιος, καὶ Παχύμιος, καὶ Θεόδωρος, τῶν κατ' Αἴγυπτον ἐκκλησιῶν ἐπίσκοποι. Κατὰ τὸν αὐτὸν χρόνον, πολίχνην τινὰ κατὰ τὴν Φρυγίαν κειμένην, ὅτι δὴ πανδημεὶ πάντες οἱ ταύτην οἰκοῦντες Χριστιανοὺς σφᾶς ὡμολόγουν, παραλαβόντες οἱ στρατιῶται, πῦρ τε ὑφάψαντες κατέφλεξαν αὐτοὺς ἅμα γυναιξὶ καὶ νηπίοις, τὸν Χριστὸν ἐπιβοωμένους. Καί τις ἕτερος Ῥωμαϊκῆς ἀξίας ἐπειλημμένος Ἄδαυκτος τοὔνομα, γένους τῶν παρ' Ἰταλοῖς ἐπισήμων, τῆς πρώτης παρὰ βασιλεῦσι τιμῆς ἀξιούμενος, διαπρέψας τότε τῆς εἰς Χριστὸν ἀδιατρέπτῳ καὶ ἀκλινεῖ ὁμολογίᾳ, τῷ τοῦ μαρτυρίου διαδήματι κατεκοσμήθη, γενναίως τὸν ἀγῶνα διηνυκώς. Καί τις ἱερὰ καὶ θαυμασία γυνὴ, πλούτῳ, καὶ γένει, καὶ εὐδοξίᾳ παρὰ πᾶσιν Ἀντιοχεῦσι βεβοημένη, παίδων ξυνωρίδα παρθένων διαπρεπῶν ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς κινούμενος φθόνος, λανθανούσας τε καὶ ἐν ἀλλοδαπῇ διατριβούσας ἐπὶ τὴν Ἀντιόχου ἐκάλει· δικτύων δὲ ἤδη στρατιωτικῶν εἴσω περιεβέβληντο, ἐν ἀμηχάνοις ἑαυτήν τε καὶ τὰς παῖδας θεασαμένη, καὶ τὰ ἐξ ἀνθρώπων λογισαμένη δεινὰ, πορνείας τε ἀπειλῆν μηδ' ἄκροις ὠσὶν ἀκούειν ἀνασχομένη, ἀλλὰ καὶ τὸ δουλεῦσαι δαίμοσι πάντων θανάτων καὶ πάσης ἀπωλείας χεῖρον φήσασα εἶναι, μίαν ἑαυτῇ καὶ ταῖς θυγατράσιν ὑπετίθετο λύσιν τούτων ἁπάντων, τὴν ἐπὶ τὸν Κύριον καταφυγήν. Καὶ δὴ τὴν γνώμην ὁμοῦ συνθέμεναι, τά τε σώματα περισταλεῖσαι κοσμίως, ἐπὶ μέσης γενόμεναι τῆς ὁδοῦ, ἐπὶ παραῤῥέοντα ποταμὸν ἑαυτὰς ἠκόντισαν· αἱ δὲ μὲν οὖν ἑαυτάς. Ἄλλην δ' ἐπ' αὐτῆς Ἀντιοχείας ξυνωρίδα παρθένων, τὰ πάντα θεοπρεπῶν καὶ ἀληθῶς ἀδελφῶν, ἐπιδόξων μὲν τὸ γένος, λαμπρῶν δὲ τὸν βίον, νέων τοὺς χρόνους, ὡραίων τὸ σῶμα, σεμνῶν τὴν ψυχὴν, εὐσεβῶν τὸν τρόπον, θαυμαστῶν τὴν σπουδὴν, θαλαττίοις βυθοῖς παρέδοσαν οἱ τῶν δαιμόνων θεραπευταί. Τί με χρὴ νῦν ἐπ' ὀνόματος τῶν λοιπῶν μνημονεύειν, καὶ τὸ πλῆθος τῶν ἀνδρῶν ἀριθμεῖν, καὶ τὰς πολυτρόπους αἰκίας ἀναζωγραφεῖν τῶν θαυμασίων Χριστοῦ μαρτύρων, τοτὲ μὲν πέλυξιν ἀνῃρημένων, οἷα γέγονε τοῖς ἐπ' Ἀραβίας, τοτὲ δὲ τὰ σκέλη καταγνυμένων, οἷα τοῖς ἐν Καππαδοκίᾳ συμβέβηκε· καὶ ποτὲ μὲν κατὰ κεφαλῆς ἐκ τοῖν ποδοῖν εἰς ὕψος ἀναρτωμένων, καὶ μαλθακοῦ πυρὸς ὑποκαιομένου τῷ παραπεμπομένῳ καπνῷ τῆς φλεγομένης ὕλης ἀποπνιγομένων, οἷα τοῖς ἐν Μεσοποταμίᾳ ἐπενήνεκται, ποτὲ δὲ ῥίνας, καὶ ὦτα, καὶ χεῖρας ἀκρωτηριαζομένων, τά τε λοιπὰ τοῦ σώματος μέλη καὶ μέρη κρεουργουμένων, οἷά τε ἐπ' Ἀλεξανδρείας ἦν; τί δεῖ τῶν ἐπ' Ἀντιοχείας ἀναζωπυρεῖν τὴν μνήμην, ἐσχάραις πυρὸς, οὐκ εἰς θάνατον, ἀλλ' ἐπὶ μακρᾷ τιμωρίᾳ κατοπτωμένων, ἑτέρων δὲ θᾶττον τὴν δεξιὰν αὐτῶν πυρὶ καθιέντων ἢ τῆς ἐναγοῦς θυσίας ἐφαπτομένων; ὧν τινες τὴν πεῖραν φεύγοντες πρὶν ἁλῶναι, καὶ εἰς χεῖρας τῶν ἐπιβούλων ἐλθεῖν, ἄνωθεν ἀφ' ὑψηλῶν δωμάτων ἑαυτοὺς κατεκρήμνισαν, τὸν θάνατον ἅρπαγμα θέμενοι τῆς τῶν δυσσεβῶν μοχθηρίας· τὰ φρικτὰ δὲ ἀκοαῖς κατὰ τὸν Πόντον ἔπασχον ἕτεροι, καλάμοις ὀξέσι ταῖν χεροῖν ἐξ ἄκρων ὀνύχων τοὺς δακτύλους διαπειρόμενοι, καὶ ἄλλοι πυρὶ μολίβδου διατακέντος βραζούσῃ καὶ πεπυρακτωμένῃ τῇ ὕλῃ τὰ νῶτα καταχεόμενοι, καὶ τὰ μάλιστα ἀναγκαιότατα τοῦ σώματος μέρη κατοπτώμενοι· διά τε τῶν ἀποῤῥήτων ἕτεροι μελῶν καὶ μερῶν, αἰσχρὰς, καὶ ἀσυμπαθεῖς, καὶ οὐδὲ λόγῳ ῥητὰς ὑπέμενον πάθας. Τὰ δ' οὖν τῶν συμφορῶν ἔσχατα, ὅτε δὴ λοιπὸν οἱ κατὰ πᾶσαν ἐπαρχίαν ἄρχοντες ἀπειρήκεσαν ἐπὶ τῇ τῶν κακῶν ὑπερβολῇ, καὶ πρὸς τὸ κτείνειν ἀποκαμόντες ἐπὶ τὸ νομιζόμενον αὐτοῖς χρηστὸν ἐτράποντο, καὶ φιλάνθρωπον τηνικαῦτα ὀφθαλμοὺς ἐξορύττεσθαι, καὶ τοῖν σκελοῖν πηροῦσθαι θάτερον προσετάττετο. Ταῦτα γὰρ οὖν αὐτοῖς τὰ φιλάνθρωπα, καὶ τῶν καθ' ἡμῶν τιμωριῶν τὰ κουφότατα, ὥστε ἤδη ταύτης ἕνεκα τῆς τῶν ἀσεβῶν φιλανθρωπίας οὐκ ἔτι εἶναι δυνατὸν ἐξειπεῖν τὸ πλῆθος τῶν ὑπὲρ πάντα λόγον τοὺς μὲν δεξιοὺς ὀφθαλμοὺς ξίφει πρότερον ἐκκοπτομένων, καὶ πυρὶ καυτηριαζομένων, τοὺς δὲ λαιοὺς πόδας αὖθις κατὰ τῶν ἀγκυλῶν καυτῆρσιν ἀχρειωμένων, μετὰ ταῦτα τοῖς κατ' ἐπαρχίαν χαλκοῦ μετάλλοις οὐχ ὑπηρεσίας τοσοῦτον, ὅσον κακώσεως καὶ ταλαιπωρίας ἕνεκεν καταδικαζομένων.

---

Eusebius Scr. Eccl. et Theol., Antiquorum martyriorum collectio (fragmenta). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg025.local001/.
