# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-14

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριδʹ Νέου λαοῦ προκοπή. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1-14

Ἀλληλούια. ἠγάπησα, ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι Ἅιδου εὕροσάν με. θλῖψιν καὶ ὀδύνην εὗρον. καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην. Ὁ πάλαι φοβούμενος τὸν κύριον ἤδη προκόψας ἀπὸ τοῦ φόβου καὶ μεταβὰς ἐπὶ τὴν ἀγάπην τοῦ θεοῦ εἴποι ἄν· ἠγάπησα. τίνα δὲ ἢ δηλαδὴ κύριον τὸν θεὸν ἐξ ὅλης καρδίας καὶ δυνάμεως καὶ ψυχῆς, ὥσθ’ ἕνεκεν αὐτοῦ καὶ μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀληθείας πάντα τε ὑπομεῖναι πειρασμὸν καὶ πάντα κίνδυνον ὑποστῆναι προθύμως διὰ τὴν πρὸς θεὸν ἀγάπην; ὃ δὴ καὶ παρίστησι σεμνυνόμενος, ἐφ’ οἷς ὑπέμεινε, λέγων· περιέσχον με ὠδῖνες θανάτου. κίνδυνοι Ἅιδου εὕροσάν με. θλῖψιν καὶ ὀδύνην εὗρον· πάντα γὰρ ταῦτα, φησί, διὰ τὸν θεὸν ὑπομείνας ἠγάπησα· οὐ γὰρ παρὰ προαίρεσιν οὔτε φεύγων αὐτά, προθύμως δ’ ἐμαυτὸν τούτοις ἅπασιν ἐπιδιδοὺς ἔστερξα διὰ τὴν πρὸς τὸν θεὸν ἀγάπην, ὡς δύνασθαι λέγειν· ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν· καί· τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ κίνδυνος ἢ μάχαιρα; καί· πέπεισμαι ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ . ὁ δὲ ταῦτα λέγων καὶ τὰ προκείμενα εἴποι ἄν, τουτέστι τὰς ὠδῖνας τοῦ θανάτου καὶ τοὺς κινδύνους τοῦ Ἅιδου τήν τε θλῖψιν καὶ τὴν ὀδύνην · ·πάντα γὰρ ταῦτα ἠγάπηκα διὰ τὸν κύριον. καὶ ἀγαπήσας τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην πεπεισμένος, ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου καὶ ὅτι κλινεῖ τὸ οὖς αὐτοῦ ἐμοί, θαρσῶν, ὅτι δυναμούμενος ὑπὸ τοῦ αὐτοῦ ὀνόματος ὑποστήσομαι πάντα τὰ προειρημένα.

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
