# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-17

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριζʹ Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προφητεία περὶ Χριστοῦ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1-17

Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. εἰπάτω δὴ οἴκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐν τοῖς προκειμένοις τῆς εὐαγγελικῆς χάριτος ἐπὶ πάντα τὰ ἔθνη χυθείσης, ὧν ἐθνῶν μέρος τι ἦν καὶ ὁ ἐκ περιτομῆς λαὸς καὶ μέρος τὸ πρώτιστον, εἰκότως πρώτους αὐτοὺς ὁ λόγος ἐπὶ τὴν ἐξομολόγησιν καλεῖ, ἔπειτα τοὺς ἐξ ἐθνῶν προσεληλυθότας τῷ εὐαγγελίῳ κατὰ τό· Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι , ἐπειδὴ καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν τοῖς αὐτοῦ μαθηταῖς κηρύττειν τὸ εὐαγγέλιον παρακελευσάμενος τὸ μὲν πρῶτόν φησιν αὐτοῖς· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ , εἶτα ἐν δευτέρῳ λόγῳ προστάττει λέγων τοῖς αὐτοῦ μαθηταῖς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἐντεῦθεν καὶ ὁ ἱερὸς ἀπόστολος Παῦλος Ἰουδαίοις διαλεγόμενος, εἶθ’ ὁρῶν αὐτοὺς δυσπίστως ἔχοντας πρὸς τὴν παραδοχὴν τοῦ εὐαγγελίου φησὶν αὐτοῖς· ὑμῖν πρῶτον ἐχρῆν κηρυχθῆναι τὸ εὐαγγέλιον. ἐπεὶ δὲ ἀποστρέφεσθε, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
