# Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-19

Eusebius, Commentarii in Psalmos (Tom. I: Ps 1–50), Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, Ὑποθέσεις. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/commentarii-in-psalmos-tom-i-ps-1-50/3.1-19

α Τὴν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν ᾄδειν οἶμαι τῷ θεῷ τὸν ἐν Βαβυλῶνι γενόμενον τὸν ἐκ περιτομὴς λαὸν ἢ καὶ μᾶλλον τὸν ἐν αὐτοῖς εὑρεθέντα δίκαιον καὶ θεοφιλῆ. τοῦτο δὲ παρίστασθαι ἡγοῦμαι διὰ τοῦ λέγεσθαι· οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη. κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. πολλὰ παρῴκησεν ἡ ψυχή μου . σαφῶς γὰρ ὁ ταῦτα λέγων δῆλός ἐστιν οὐκ οἰκῶν ἐπὶ τῆς Ἱερουσαλήμ , ἐν παροικίᾳ δὲ ὑπάρχων καὶ μεταξὺ μὲν τῶν σκηνωμάτων Κηδὰρ οἰκῶν, οὐκ ἐν αὐτῇ δὲ τῇ Κηδάρ. χώρα δέ τίς ἐστιν ἡ Κηδὰρ ἐπὶ τῆς ἐρήμου τῆς πρὸς ἀνατολὰς κειμένη καὶ μέχρι τῆς Περσῶν γῆς παρατείνουσα, ἣν γένος τι Σαρακηνῶν οἰκεῖ προπάτορα τὸν Κηδὰρ ἐπιγραφόμενον, παρ’ ὃν καὶ ἡ χώρα ὠνόμασται παρωνύμως· ἦν γὰρ ὁ Κηδὰρ εἷς τῶν υἱῶν Ἰσμαήλ. ἐπεὶ οὖν ἐν τῇ παροικίᾳ τῆς αἰχμαλωσίας εἴτε ὁ λαὸς εἴτε καὶ ὁ ἐν αὐτῷ δίκαιος καὶ θεοφιλὴς ἀνὴρ γεγονὼς οὐκ ἐπελάθετο τοῦ θεοῦ, ἀεὶ δὲ πρὸς τὸν θεὸν ἐβόα δι’ εὐχῶν καὶ ἱκετηρίων εἰκότως βοῶν, ἐπηκόου ἔτυχεν αὐτοῦ. τοῦτο δὲ αὐτὸ παρίστησιν ᾄδων καὶ λέγων· πρός κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ με .

---

Eusebius Caesariensis, Commentarii in Psalmos (Tom. I: Ps 1–50), ed. Franz Xaver Risch Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg034.local003/.
